ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ