ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσινΚώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσινἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶβαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺςἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλαεἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖοᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τεἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαονῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειννοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιοἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλονκουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίωλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆαΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλαἨελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσανἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄουςοὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃγήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸνἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτωναἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσωΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνειςνηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλοςΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσαςδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνειἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιοφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστατηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξαςμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνειαὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιοδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάνταἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκεςἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιογημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχωνΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσωπολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺςγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺςτῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπουςἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείηςἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμωνἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντεςἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτετεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτινεἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρακαὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσανεὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳφυλόπιδα στήσειν πολυάικος πολέμοιο.