ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶκείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃαὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρονβῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανονδαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιοπατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνοςσχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπεινἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆςἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴνἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.