ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσινΚώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,