ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆςγούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.