μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆςγούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαιεἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσινΚώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσινἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ