μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμινθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸνἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·