ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμινθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸνἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι