Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
  • αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
  • ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
  • ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
  • οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
  • ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
  • τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
  • ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
  • δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
  • οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
  • κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ
  • ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
  • ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
  • ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
  • εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
  • οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
  • τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
  • αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
  • θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  • μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,
  • καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
  • δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
  • εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
  • οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  • ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  • οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
  • αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
  • γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
  • οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,
  • ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
  • ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
  • ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
  • μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
  • τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
  • οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·
  • κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
  • ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  • αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,
  • καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  • ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
  • εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
  • ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας
  • ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
  • ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,
  • ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
  • μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
  • νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,
  • αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
  • ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
  • Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
  • πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
  • ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
  • βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  • ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
  • πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  • τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
  • πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
  • ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  • ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  • Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  • παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
  • αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
  • ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
  • εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
  • ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
  • ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
  • δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
  • μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  • δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  • ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  • αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.