καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκηἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,