ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκηἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμινθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸνἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆςγούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαιεἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσινΚώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσινἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶβαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺςἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλαεἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖοᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τεἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳπαμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνααἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαονῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειννοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιοἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλονκουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίωλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.