πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·