πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,