δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·