μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,