οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·