σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρουςοἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκηἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν