τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσεφάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρουςοἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸςὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.