λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκειῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶνἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσεφάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.