Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
  • δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
  • πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
  • πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
  • ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
  • λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
  • ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
  • ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
  • ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
  • οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν
  • ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
  • τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
  • φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
  • ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
  • καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
  • ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
  • πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
  • σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
  • αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
  • βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
  • οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
  • ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
  • ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
  • πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
  • ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
  • μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
  • δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς
  • ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
  • τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
  • καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
  • σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
  • ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
  • ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
  • ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
  • αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
  • ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
  • πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
  • ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  • Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
  • καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  • ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;
  • Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
  • ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
  • οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
  • ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
  • ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
  • τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
  • σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
  • τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
  • καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι
  • μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
  • διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
  • αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
  • ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
  • ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
  • οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
  • ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
  • τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
  • ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
  • δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
  • οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
  • κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ
  • ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
  • ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
  • ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
  • εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
  • οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
  • τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
  • αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
  • θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  • μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,
  • καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
  • δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
  • εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
  • οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  • ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  • οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
  • αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
  • γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
  • οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,
  • ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
  • ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
  • ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
  • μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
  • τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
  • οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·
  • κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ