ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστινἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντεςοἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητιΑἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλακλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γεἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶκείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ