πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζαςἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρναἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιεπολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου