Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
  • φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
  • ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
  • ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
  • εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
  • εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
  • ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
  • αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
  • ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
  • ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
  • οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
  • εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  • μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
  • αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  • καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
  • ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
  • τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
  • γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων