Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  • θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
  • οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
  • ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
  • σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
  • ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
  • φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
  • ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
  • ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
  • εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
  • εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
  • ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
  • αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
  • ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
  • ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
  • οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
  • εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  • μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
  • αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  • καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
  • ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
  • τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
  • γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων
  • ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
  • τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
  • πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
  • ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
  • ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
  • ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
  • ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
  • ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
  • πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
  • αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
  • ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
  • θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
  • ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
  • αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  • καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  • νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  • σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  • εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  • ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
  • ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
  • Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
  • χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
  • ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
  • τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,
  • θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
  • ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
  • δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.