ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλουκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ