Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  • νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
  • ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
  • ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
  • ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
  • ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  • ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·