μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντηςἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσεινἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμποννῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκηςἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου