ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντηςἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσεινἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμποννῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκηςἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·