πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκηςἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημιαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκηςἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσειφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,