καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλονἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσαςΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησενἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκηςἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημιαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.