ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνωνκαί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλονἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσαςΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησενἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκηςἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημιαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκηςἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσειφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντηςἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσεινἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμποννῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκηςἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου