ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.