ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸνοἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκηπάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαινανἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.