νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳδῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαιδῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστινἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντεςοἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητιΑἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,