ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸνκαλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸνοἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκηπάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαινανἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.