Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
  • ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
  • λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
  • τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
  • ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
  • ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
  • καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,
  • ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.
  • ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
  • Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
  • εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
  • ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
  • οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
  • φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα
  • ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
  • οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
  • καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
  • ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
  • πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
  • ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
  • Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
  • ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
  • οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
  • κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε
  • δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.
  • ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,
  • καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
  • ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·
  • εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
  • ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
  • ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,
  • ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
  • αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
  • οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
  • ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
  • ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
  • τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
  • αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
  • καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  • μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.
  • οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον
  • ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
  • φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ
  • ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·
  • αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
  • ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
  • ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
  • Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
  • ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
  • ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
  • πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
  • ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  • πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
  • χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
  • ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
  • ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
  • αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
  • ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
  • τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
  • ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
  • πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
  • τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
  • ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
  • φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
  • ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
  • δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
  • ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
  • ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
  • ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
  • μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
  • μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
  • ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
  • ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
  • ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
  • μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν
  • ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
  • Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  • νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
  • ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
  • ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
  • ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
  • ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  • ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·