τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γεοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντασαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάωνλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν