οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσονεἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼννῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορμνησαμένοις ἔργων Λαιστρυγόνος ἈντιφάταοΚύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρουςἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροικλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκηςξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γεοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντασαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάωνλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸνκαλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸνοἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκηπάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαινανἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνωνκαί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλονἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσαςΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,