κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσονεἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼννῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορμνησαμένοις ἔργων Λαιστρυγόνος ἈντιφάταοΚύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.