ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσονεἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼννῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορμνησαμένοις ἔργων Λαιστρυγόνος ἈντιφάταοΚύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρουςἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροικλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκηςξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·