χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περεἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιοθηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.