ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶταπλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆςεἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃεἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθενπλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαινανἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμουχειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περεἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιοθηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,