καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺκαρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶταπλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,