Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
  • ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας
  • κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
  • καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
  • εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
  • ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
  • καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
  • Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
  • μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  • ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
  • ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  • πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
  • ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  • καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
  • ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
  • ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
  • πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.