ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτραςνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεΚίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιομητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκταςκείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺκαρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.