Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
  • οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
  • εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
  • ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
  • ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
  • αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·
  • τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
  • αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες
  • φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
  • μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
  • οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
  • βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
  • ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
  • ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
  • ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
  • τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
  • αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
  • οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
  • ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
  • νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.