οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντεςφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισινβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρειἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ