Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντεςφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισινβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρειἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτραςνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεΚίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιομητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκταςκείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺκαρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶταπλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆςεἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃεἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθενπλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαινανἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμουχειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περεἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιοθηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσονεἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼννῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορμνησαμένοις ἔργων Λαιστρυγόνος ἈντιφάταοΚύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρουςἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροικλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκηςξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γεοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντασαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάωνλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸνκαλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸνοἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκηπάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαινανἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνωνκαί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλονἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσαςΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησενἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκηςἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημιαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκηςἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσειφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·