κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρονἈρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες