Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
  • ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
  • κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
  • θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
  • ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
  • Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
  • οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο
  • ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·
  • ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
  • οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
  • εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
  • ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
  • ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.